nicarchus ii
τὴν δύσκωφον γραῖαν, Ὀνήσιμε, πρὸς Διός, ἔξω
ἔκβαλε: πολλὰ λίην πράγματά μοι παρέχει.
ἢν αὐτῇ τυροὺς ἁπαλοὺς εἴπωμεν ἐνέγκαι,
οὐ τυρούς, πυροὺς δ᾽ ἔρχετ᾽ ἔχουσα νέους.
πρῴην τὴν κεφαλὴν ἐπόνουν, καὶ πήγανον αὐτὴν
ᾔτουν ἡ δ᾽ ἔφερεν τήγανον ὀστράκινον.
ἂν † ὀπὸν αἰτήσω, δοκὸν εἰσφέρει: ἄν, ‘λάχανόν μοι.’
εἴπω ‘ δὸς ’ πεινῶν, εὐθὺ φέρει λάσανον.
ὄξος ἐὰν αἰτῶ, τόξον φέρει: ἂν δέ γε τόξον,
ὄξος: ὅλως δ᾽ ὃ λέγω οὔποτ᾽ ἐπαισθάνεται.
αἰσχρὸν τῆς γραός με χάριν κήρυκα γενέσθαι,
καὶ μελετᾶν ἔξω, νυκτὸς ἐγειρόμενον.