palladas
γηραλέον με γυναῖκες ἀποσκώπτουσι, λέγουσαι
εἰς τὸ κάτοπτρον ὁρᾶν λεσίψανον ἡλικίης.
ἀλλ᾽ ἐγὼ εἰ λευκὰς φορέω τρίχας, εἴτε μελαίνας,
οὐκ ἀλέγω, βιότου πρὸς τέλος ἐρχόμενος.
εὐόδμοις δὲ μύροισι καὶ εὐπετάλοις στεφάνοισι
καὶ Βρομίῳ παύω φροντίδας ἀργαλέας.