lucillius
τὴν κεφαλὴν βάπτεις, τὸ δὲ γῆρας οὔποτε βάψεις,
οὐδὲ παρειάων ἐκτανύσεις ῥυτίδας.
μὴ τοίνυν τὸ πρόσωπον ἅπαν ψιμύθῳ κατάπλαττε,,
ὥστε προσωπεῖον, κοὐχὶ πρόσωπον ἔχειν.
οὐδὲν γὰρ πλέον ἐστί: τί μαίνεαι; οὔποτε φῦκος
καὶ ψίμυθος τεύξει τὴν Ἑκάβην Ἑλένην. [p. 268]