nicarchus ii
τοῦ γρυποῦ Νίκωνος ὁρῶ τὴν ῥῖνα, Μένιππε:
αὐτὸς δ᾽ οὐ μακρὰν φαίνεται εἶναι ἔτι.
πλὴν ἥξει, μείνωμεν ὅμως: εἰ γὰρ πολύ, πέντε
τῆς ῥινὸς σταδίους, οἴομαι, οὐκ ἀπέχει.
ἀλλ᾽ αὐτὴ μέν, ὁρᾷς, προπορεύεται: ἢν δ᾽ ἐπὶ βουνὸν
ὑψηλὸν στῶμεν, καὐτὸν ἐσοψόμεθα.