pseudo-lucianus
εἰς ΠοδάγρανΜισόπτωχε θεά, μούνη πλούτου δαμάτειρα,
ἡ τὸ καλῶς ζῆσαι πάντοτ᾽ ἐπισταμένη,
εἰ δὲ καὶ ἀλλοτρίοις ἐπιιζομένη ποσὶ χαίρεις,
πιλοφορεῖν τ᾽ οἶδας, καὶ μύρα σοι μέλεται,
τέρπει καὶ στέφανός σε, καὶ Αὐσονίου πόμα Βάκχου.
ταῦτα παρὰ πτωχοῖς γίνεται οὐδέποτε.
τοὔνεκα νῦν φεύγεις πενίης τὸν ἀχάλκεον οὐδόν,
τέρπᾐ δ᾽ αὖ πλούτου πρὸς πόδας ἐρχομένη.