apollinarius
γραμματικὸς ποτ᾽ ὄνῳ ἐποχούμενος ἐξεκυλίσθη,
καὶ τῆς γραμματικῆς, ὡς λόγος, ἐξέπεσεν:
εἶθ᾽ ἑξῆς ἐβίου κοινὸν βίον, ὡς ἰδιώτης,
ὧν ἐδίδασκεν ἀεὶ μηδὲν ἐπιστάμενος. [p. 262]
ἀλλὰ Γλύκων ἔπαθεν τοὐναντίον ὢν γὰρ ἄπειρος
καὶ κοινῆς γλώττης, οὐχ ὅτι γραμματικῆς,
νῦν Λιβυκοὺς κάνθωνας ὀχούμενος, εἶτ᾽ ἀποπίπτων
πολλάκις, ἐξαίφνης γραμματικὸς γέγονεν.