antipater
ἤδη τοι φθινόπωρον, Ἐπίκλεες, ἐκ δὲ Βοώτου
ζώνης Ἀρκτούρου λαμπρὸν ὄρωρε σέλας:
ἤδη καὶ σταφυλαὶ δρεπάνης ἐπιμιμνήσκονται,
καί τις χειμερινὴν ἀμφερέφει καλύβην.
σοὶ δ᾽ οὔτε χλαίνης θερμὴ κροκύς, οὔτε χιτῶνος
ἔνδον ἀποσκλήσῃ δ᾽ ἀστέρα μεμφόμενος.