palladas
οὐ δύναμαι γαμετῆς καὶ γραμματικῆς ἀνέχεσθαι,
γραμματικῆς ἀπόρου, καὶ γαμετῆς ἀδίκου.
ἀμφοτέρων τὰ πάθη θάνατος καὶ μοῖρα τέτυκται.
τὴν οὖν γραμματικὴν νῦν μόλις ἐξέφυγον
οὐ δύναμαι δ᾽ ἀλόχου τῆς ἀνδρομάχης ἀναχωρεῖν
εἴργει γὰρ χάρτης καὶ νόμος Αὐσόνιος.