anonymi epigrammatici
ὦ τῆς ἁπάσης δυνάμεως ὑπέρτατε,
σῶσόν με τὸν δύστηνον ἐκ παντὸς φθόνου.
θέλεις ἀκοῦσαι, βούλομαι κἀγὼ λέγειν
τὸ γὰρ θέλημα τὴν χάριν τίκτει διπλῆν,
διπλοῦν τε κάλλος τῷ λόγῳ χαρίζεται
λέγοντι κόσμος, καὶ κλύοντι σεμνότης.
φωστὴρ γὰρ εἶ σὺ καὶ λόγων καὶ τῶν νόμων,
νόμοις δικάζων καὶ λόγοισιν ἐκπρέπων.
αἴλουρον εἶδον χρυσίου τὸν πρίγκιπα,
ἢ βδέλλαν ὠμήν, χρυσοκόλλητον χόλον.