philodemus
Λευκοΐνους πάλι δὴ καὶ ψάλματα, καὶ πάλι Χίους
οἴνους, καὶ πάλι δὴ σμύρναν ἔχειν Συρίην,
καὶ πάλι κωμάζειν, καὶ ἔχειν πάλι διψάδα πόρνην
οὐκ ἐθέλω: μισῶ ταὺτα τὰ πρὸς μανίην.
ἀλλά με ναρκίσσοις ἀναδήσατε, καὶ πλαγιαύλων
γεύσατε, καὶ κροκίνοις χρίσατε γυῖα μύροις,
καὶ Μυτιληναίῳ τὸν πνεύμονα τέγξατε Βάκχῳ,
καὶ συζεύξατέ μοι φωλάδα παρθενικήν. [p. 86]