automedon
πώγων, καὶ λάσιαι μηρῶν τρίχες, ὡς ταχὺ πάντα
ὁ χρόνος ἀλλάσσει: Κόννιχε, τοῦτ᾽ ἐγένου.
οὐκ ἔλεγον;
μὴ πάντα βαρὺς θέλε μηδὲ βάναυσος
εἶναι: καὶ κάλλους εἰσί τινες Νεμέσεις.
ἦλθες ἔσω μάνδρης, ὑπερήφανε: νῦν ὅτι βούλει
οἴδαμεν ἀλλ᾽ ἐξῆν καὶ τότ᾽ ἔχειν σε φρένας.