automedon
1 δέξαι, Φοῖβε, τὸ δεῖπνον, ὅ σοι φέρω. 2 ἤν τις ἐάσῃ,
δέξομαι. 3 εἶτα φοβῇ καὶ σύ τι, Λητοΐδη;
4 οὐδένα τῶν ἄλλων, πλὴν Ἄρριον οὗτος ἔχει
ἅρπαγος ἰκτίνου χεῖρα κραταιοτέρην,
ἀκνίσου βωμοῖο νεωκόρος: ἢν τελέσῃ δὲ
τὴν πομπήν, ἄρας ᾤχεθ᾽ ἅπαντα πάλιν.
ἐν Διὸς ἀμβροσίῃ πολλὴ χάρις: εἷς γὰρ ἂν ὑμέων
ἤμην, εἰ λιμοῦ καὶ θεὸς ᾐσθάνετο.