philippus
γραμματικοὶ Μώμου στυγίου τέκνα, σῆτες ἀκανθῶν,1
τελχῖνες βίβλων, Ζηνοδότου σκύλακες,
Καλλιμάχου στρατιῶται, ὃν ὡς ὅπλον ἐκτανύσαντες,
οὐδ᾽ αὐτοῦ κείνου γλῶσσαν ἀποστρέφετε,
συνδέσμων λυγρῶν θηρήτορες, οἷς τὸ ‘ μὶν ἢ’ ‘ σφὶν’
εὔαδε, καὶ ζητεῖν εἰ κύνας εἶχε Κύκλωψ,
τρίβοισθ᾽ εἰς αἰῶνα κατατρύζοντες ἀλιτροὶ
ἄλλων ἐς δ᾽ ἡμᾶς ἰὸν ἀποσβέσατε.