automedon
Ἀνθρακίων δέκα μέτρα φέρων, ἔσο καὶ σὺ πολίτης:
ἢν δὲ καὶ ὗν ἀγάγῃς, αὐτὸς ὁ Τριπτόλεμος. [p. 218]
δεῖ δὲ καὶ Ἡρακλείδῃ ὑφηγητῆρι δοθῆναι
ἢ καυλοὺς κράμβης, ἢ φακόν, ἢ κοχλίας.
ταῦτ᾽ ἔχε, καὶ λέγε σαυτὸν Ἐρεχθέα, Κέκροπα, Κόδρον,
ὃν κ᾽ ἐθέλῃς: οὐδεὶς οὐδὲν ἐπιστρέφεται.