philodemus
Ἀντικράτης ᾔδει τὰ σφαιρικὰ μᾶλλον Ἀράτου
πολλῷ, τὴν ἰδίην δ᾽ οὐκ ἐνόει γένεσιν
διστάζειν γὰρ ἔφη, πότερ᾽ ἐν κριῷ γεγένηται
ἢ διδύμοις, ἢ τοῖς ἰχθύσιν ἀμφοτέροις.
εὕρηται δὲ σαφῶς ἐν τοῖς τρισί καὶ γὰρ ὀχευτὴς
καὶ μωρὸς μαλακὸς τ᾽ ἐστὶ καὶ ὀψοφάγος.