palladas
τέκνον ἀναιδείης, ἀμαθέστατε, θρέμμα Μορίης,
εἰπέ, τί βρενθύῃ μηδὲν ἐπιστάμενος; [p. 212]
ἐν μὲν γραμματικοῖς ὁ Πλατωνικός: ἂν δὲ Πλάτωνος
δόγματά τις ζητῇ, γραμματικὸς σὺ πάλιν.
ἐξ ἑτέρου ῾φεύγεις ἐπὶ θάτερον οὔτε δὲ τέχνην
οἶσθα γραμματικήν, οὔτε Πλατωνικὸς εἶ.