philodemus
ὁ πρὶν ἐγὼ καὶ πέντε καὶ ἐννέα, νῦν, Ἀφροδίτη,
ἓν μόλις ἐκ πρώτης νυκτὸς ἐς ἠέλιον
οἴμοι καὶ . . τοῦτο κατὰ βραχὺ ῾ πολλάκι δ᾽ ἤδη
ἡμιθανὲσ᾽ θνῄσκει: τοῦτο τὸ τερμέριον.
ὦ γῆρας, γῆρας, τί ποθ᾽ ὕστερον, ἢν ἀφίκηαι,
ποιήσεις, ὅτε νῦν ὧδε μαραίνομεθα; [p. 84]