automedon
πέμπε, κάλει: πάντ᾽ ἐστὶν ἕτοιμά σοι. ἢν δέ τις ἔλθῃ,
τί πρήξεις; σαυτῷ δὸς λόγον, Αὐτόμεδον.
αὕτη γὰρ λαχάνου σισαρωτέρη, ἡ πρὶν ἀκαμπὴς
ζῶσα, νεκρὰ μηρῶν πᾶσα δέδυκεν ἔσω.
πόλλ᾽ ἐπὶ σοὶ γελάσουσιν, ἀνάρμενος ἂν παραβάλλῃ
πλώειν, τὴν κώπην μηκέτ᾽ ἔχων ἐρέτης.