marcus argentarius
πέντε θανὼν κείσῃ κατέχων πόδας, οὐδὲ τὰ τερπνὰ
ζωῆς, οὐδ᾽ αὐγὰς ὄψεαι ἠελίου:
ὥστε λαβὼν Βάκχου ζωρὸν δέπας ἕλκε γεγηθώς,
Κίγκιε, καλλίστην ἀγκὰς ἔχων ἄλοχον.
εἰ δέ σοι ἀθανάτου σοφίης νόος, ἴσθι Κλεάνθης
καὶ Ζήνων ἀίδην τὸν βαθὺν ὡς ἔμολον.