macedonius i
Συρρέντου τρηχεῖα μυρίπνοε, χαῖρε, κονίη,
καὶ Πολλεντίνων γαῖα μελιχροτάτη,
ἀστὴ θ᾽ ἡ τριπόθητος, ἀφ᾽ ἧς βρομιώδεα πηλὸν
φύρησαν Βάκχῳ τριζυγέες Χάριτες, [p. 82]
πλούτου καὶ πενίης κοινὸν κτέαρ: οἷς μὲν ἀνάγκης
σκεῦος, τοῖς δὲ τρυφῆς χρῆσι περισσοτέρη.