lucillius
εἰ μὲν ἐπ᾽ ἀττελάβους ἄγεται στρατός, ἢ κυνομυίας,
ἢ μύας, ἢ ψυλλῶν ἱππικὸν ἢ βατράχων,
Γάιε, καὶ σὺ φοβοῦ μὴ καὶ σέ τις ἐγκαταλέξῃ,
ὡς ἂν τῆς τούτων ἄξιον ὄντα μάχης.
εἰ δ᾽ ἀρετῆς ἀνδρῶν ἄγεται στρατός, ἄλλο τι παῖζε:
Ῥωμαίοις δ᾽ οὐδεὶς πρὸς γεράνους πόλεμος. [p. 196]