lucillius
πάντα καθ᾽ ἱστορίην ὀρχούμενος, ἓν τὸ μέγιστον
τῶν ἔργων παριδὼν ἠνίασας μεγάλως.
τὴν μὲν γὰρ Νιόβην ὀρχούμενος, ὡς λίθος ἔστης,
καὶ πάλιν ὢν Καπανεύς, ἐξαπίνης ἔπεσες:
ἀλλ᾽ ἐπὶ τῆς Κανάκης ἀφυῶς, ὅτι καὶ ξίφος ἦν σοι
καὶ ζῶν ἐξῆλθες: τοῦτο παρ᾽ ἱστορίην, [p. 192]