lucillius
ἐκ ποίων ὁ πατήρ σε δρυῶν τέτμηκεν, Ἀρίστων,
ἢ ποίων σε μύλου κόψατο λατομιῶν;
ἦ γὰρ ἀπὸ δρυὸς ἐσσὶ παλαιφάτου ἢ ἀπὸ πέτρης
ὀρχηστής, Νιόβης ἔμπνοον ἀρχέτυπον
ὥστε με θαυμάζοντα λέγειν, ὅτι
καὶ σύ τι Λητοῖ
ἤρισας: οὐ γὰρ ἂν ἦς αὐτομάτως λίθινος.