bianor
τὸ σκάφος οὐ βυθὸς εἷλε ῾ πόθεν βυθός; οὐ γὰρ ἔπλωσεν᾽,
οὐδὲ Νότος, πρὸ Νότου δ᾽ ὤλετο καὶ πελάγευς.
ἤδη γάρ μιν ἅπασαν ἐπὶ ζυγὰ γομφωθεῖσαν
ἤλειφον πεύκης τῇ λιπαρῇ νοτίδι:
πίσσα δ᾽ ὑπερβρασθεῖσα πυρὸς φλογὶ τὴν ἁλὶ πιστὴν
τευχομένην γαίῃ δεῖξεν ἀπιστοτέρην.