demodocus
Καππαδόκαι φαῦλοι μὲν ἀεί, ζώνης δὲ τυχόντες
φαυλότεροι, κέρδους δ᾽ εἵνεκα φαυλότατοι.
ἢν δ᾽ ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης,
δὴ ῥα τότ᾽ εἰς ὥρας φαυλεπιφαυλότατοι.
μή, λίτομαι, βασιλεῦ, μὴ τετράκις, ὄφρα μὴ αὐτὸς
κόσμος ὀλισθήσῃ καππαδοκιζόμενος. [p. 184]