lucillius
εἰς ζωγράφουτεκνίον εὔμορφον, Διόδωρε, γράφειν ς1᾽ ἐκέλευσα:
ἀλλὰ σύ μοι προφέρεις τεκνίον ἀλλότριον,
τὴν προτομὴν αὐτῷ περιθεὶς κυνός: ὥστε με κλάειν
πῶς μοι Ζωπυρίων ἐξ Ἑκάβης γέγονεν.
καὶ πέρας ἓξ δραχμῶν Ἐρασίστρατος ὁ κρεοπώλης
ἐκ τῶν Ἰσείων υἱὸν Ἄνουβιν ἔχω.