lucillius
Γραπτὴν ἐν τοίχῳ Καλπούρνιος ὁ στρατιώτης,
ὡς ἔθος ἐστίν, ἰδὼν τὴν ἐπὶ ναυσὶ μάχην,
ἄσφυκτος καὶ χλωρὸς ὁ θούριος ἐξετανύσθη,
‘ ζωγρεῖτε,’ κράξας, ‘Τρῶες ἀρηΐφιλοι.’
καὶ μὴ τέτρωται κατεμάνθανε, καὶ μόλις ἔγνω
ζῆν, ὅτε τοῖς τοίχοις ὡμολόγησε λύτρα.