straton
καὶ πίε νῦν καὶ ἔρα, Δαμόκρατες: οὐ γὰρ ἐς αἰεὶ
πιόμεθ᾽, οὐδ᾽ αἰεὶ παισὶ συνεσσόμεθα.
καὶ στεφάνοις κεφαλὰς πυκασώμεθα, καὶ μυρίσωμεν
αὑτούς, πρὶν τύμβοις ταῦτα φέρειν ἑτέρους.
νῦν ἐν ἐμοὶ πιέτω μέθυ τὸ πλέον ὀστέα τἀμά:
νεκρὰ δὲ Δευκαλίων αὐτὰ κατακλυσάτω. [p. 78]