lucillius
εἰς αἰσχρούςῥύγχος ἔχουσα Βιτὼ τριπιθήκινον, οἷον ἰδοῦσαν
τὴν Ἑκάτην αὑτὴν οἴομ᾽ ἀπαγχονίσαι,
‘ εἰμί,’ λέγει, ‘ σώφρων, Λουκίλλιε, καὶ μονοκοιτῶ.’
αἰδεῖται, γάρ ἴσως, ‘παρθένος εἰμί,’ λέγειν.
εἰ δὲ γέ τις μισεῖ με, κακὸν τοιοῦτο γαμήσας,
τῆς αὐτῆς σχοίη τέκνα σαοφροσύνης.