lucillius
πέντ᾽ ὀβολῶν πέπρακεν Ἀπολλοφάνης ὁ τραγῳδὸς
πέντε θεῶν σκευήν, Ἡρακλέους ῥόπαλον,
Τισιφόνης τὰ φόβητρα, Ποσειδῶνος τριόδοντα,
ὅπλον Ἀθηναίης, Ἀρτέμιδος φαρέτρην.
‘οἱ δὲ θεοὶ πὰρ Ζηνὶ καθήμενοι’ ἐξεδύθησαν
εἰς βραχὺ σιταρίου κέρμα καὶ οἰναρίου.