lucillius
τὴν γένεσιν λυποῦντα μαθὼν Κρόνον Ἡλιόδωρος,
νύκτωρ ἐκ ναοῦ χρύσεον ἦρε Κρόνον,
‘ τίς πρῶτος κακοποιὸς ἐλήλυθε πείρασον,’ εἰπών,
δέσποτα, καὶ γνώσῃ τίς τίνος ἐστὶ Κρόνος:[p. 160]
ὃς δ᾽ ἄλλῳ κακὰ τεύχει, ἑῷ κακὸν ἥπατι τεύχει:
εὑρών μοι τιμήν, πᾶν ἀνάτελλ᾽ ὃ θέλεις.