nicarchus ii
ἦν Στέφανος πτωχὸς κηπεὺς θ᾽ ἅμα: νῦν δὲ προκόψας
πλουτεῖ, καὶ γεγένητ᾽ εὐθὺ Φιλοστέφανος,
τέσσαρα τῷ πρώτῳ Στεφάνῳ καλὰ γράμματα προσθείς:
ἔσται δ᾽ εἰς ὥρας Ἱπποκρατιππιάδης,
ἢ διὰ τὴν σπατάλην Διονυσιοπηγανόδωρος:
ἐν δ᾽ ἀγορανομίῳ παντὶ μένει Στέφανος.