lucillius
τὸν τῶν κλεπτόντων μανύτορα Φοῖβον ἔκλεψεν
Εὐτυχίδης, εἰπών,
μὴ πάνυ πολλὰ λάλει,
σύγκρινον δὲ τέχνην τέχνῃ, καὶ χείρεσι χρησμούς,
καὶ μάντιν κλέπτῃ, καὶ θεὸν Εὐτυχίδῃ:
τῶν δ᾽ ἀχαλινώτων στομάτων χάριν αὐτίκα πραθείς,
τοῖς ὠνησαμένοις πᾶν ὃ θέλεις με λέγε.