lucillius
πρὸς τὸν μάντιν Ὄλυμπον Ὀνήσιμος ἦλθ᾽ ὁ παλαιστὴς,
καὶ πένταθλος Ὕλας, καὶ σταδιεὺς Μενεκλῆς,
τίς μέλλει νικᾶν αὐτῶν τὸν ἀγῶνα θέλοντες
γνῶναι. κἀκεῖνος τοῖς ἱεροῖς ἐνιδών,
‘ πάντες,’ ἔφη,
νικᾶτε, μόνον μή τις σὲ παρέλθῃ,
καὶ σὲ καταστρέψῃ, καὶ σὲ παρατροχάσῃ.