lucillius
πᾶς ὃς ἂν ᾖ πτωχὸς καὶ ἀγράμματος, οὐκέτ᾽ ἀλήθει,
ὡς τὸ πρίν, οὐδ᾽ αἴρει φορτία μισθαρίου:
ἀλλὰ τρέφει πώγωνα, καί, ἐκ τριόδου ξύλον ἄρας,
τῆς ἀρετῆς εἶναι φησὶν πρωτοκύων.
Ἑρμοδότου τόδε δόγμα τὸ πάνσοφον εἴ τις ἀχαλκεῖ,
μηκέτι πεινάτω, θεὶς τὸ χιτωνάριον.