cerealius
οὐ τὸ λέγειν παράσημα καὶ Ἀττικὰ ῥήματα πέντε,
εὐζήλως ἐστὶν καὶ φρονίμως μελετᾷν: [p. 142]
οὐδὲ γὰρ εἰ ‘ κάρκαιρε,’ καὶ εἰ ‘ κοναβεῖ’ τό τε ‘ σίζει’
καὶ ‘ κελάρυζε’ λέγεις, εὐθὺς Ὅμηρος ἔσῃ.
νοῦν ὑποκεῖσθαι δεῖ τοῖς γράμμασι, καὶ φράσιν αὐτῶν
εἶναι κοινοτέραν, ὥστε νοεῖν ἃ λέγεις.