anonymi epigrammatici
οὐ μήλῃ, τριόδοντι δ᾽ ἐνήλειψέν με Χαρῖνος,
σπόγγον ἔχων καινὸν τῶν γραφικῶν πινάκων
τὴν μήλην δ᾽ ἕλκων, ἐξέσπασε τὸ βλέφαρόν μου
ῥιζόθεν ἡ μήλη δ᾽ ἔνδον ἔμεινεν ὅλη.
ἂν δὲ δὶς ἐγχρίσῃ με πονῶν πάλιν οὐκ ἐνοχλήσω
ὀφθαλμοὺς αὐτῷ: πῶς γὰρ ὁ μηκέτ᾽ ἔχων;