anonymi epigrammatici
ἰητρὸς Κρατέας καὶ Δάμων ἐνταφιαστὴς
κοινὴν ἀλλήλοις θέντο συνωμοσίην.
καὶ ῥ᾽ ὁ μὲν οὓς κλέπτεσκεν ἀπ᾽ ἐνταφίων τελαμῶνας
εἰς ἐπιδεσμεύειν πέμπε φίλῳ Κρατέᾳ:
τὸν δ᾽ ἀπαμειβόμενος Κρατέας εἰς ἐνταφιάζειν
πέμπεν ὅλους αὐτῷ τοὺς θεραπευομένους.