nicarchus ii
τρεῖς λεπτοὶ πρῴην περὶ λεπτοσύνης ἐμάχοντο,
τίς προκριθεὶς εἴη λεπτεπιλεπτότερος.
ὧν ὁ μὲν εἷς,Ἕρμων, μεγάλην ἐνεδείξατο τέχνην,
καὶ διέδυ ῥαφίδος τρῆμα, λίνον κατέχων
Δημᾶς δ᾽ ἐκ τρώγλης βαίνων ἐς ἀράχνιον ἔστη,
ἡ δ᾽ ἀράχνη νήθους1᾽ αὐτὸν ἀπεκρέμασεν.
Σωσίπατρος δ᾽ ἐβόησεν
ἐμὲ στεφανώσατ᾽ ἐγὼ[p. 124]
εἰ βλέπομ᾽, ἥττημαι: πνεῦμα γάρ εἰμι μόνον.