paulus silentiarius
οὐ τὸ ζῆν χαρίεσσαν ἔχει φύσιν, ἀλλὰ τὸ ῥῖψαι
φροντίδας ἐκ στέρνων τὰς πολιοκροτάφους.
πλοῦτον ἔχειν ἐθέλω τὸν ἐπάρκιον: ἡ δὲ περισσὴ
θυμὸν ἀεὶ κατέδει χρυσομανὴς μελέτη.
ἔνθεν ἐν ἀνθρώποισιν ἀρείονα πολλάκι δήεις
καὶ πενίην πλούτου, καὶ βιότου θάνατον.
ταῦτα σὺ γινώσκων κραδίης ἴθυνε κελεύθους,
εἰς μίαν εἰσορόων ἐλπίδα, τὴν σοφίην.