palladas
ἂν μνήμην, ἄνθρωπε, λάβῃς, ὁ πατήρ σε τί ποιῶν
ἔσπειρεν, παύσῃ τῆς μεγαλοφροσύνης.
ἀλλ᾽ ὁ Πλάτων σοὶ τῦφον ὀνειρώσσων ἐνέφυσεν,
ἀθάνατόν σε λέγων καὶ φυτὸν οὐράνιον.
ἐκ πηλοῦ γέγονας: τί φρονεῖς μέγα; τοῦτο μὲν οὕτως
εἶπ᾽ ἄν τις, κοσμῶν πλάσματι σεμνοτέρῳ.
εἰ δὲ λόγον ζητεῖς τὸν ἀληθινόν, ἐξ ἀκολάστου
λαγνείας γέγονας καὶ μιαρᾶς ῥανίδος. [p. 26]