Julius polyaenus
πολλάκις εὐξαμένῳ μοι ἀεὶ θυμῆρες ἔδωκας
τέκμαρ ἀκυμάντου, Ζεῦ πάτερ, εὐπλοΐης:
δῴης μοι καὶ τοῦτον ἔτι πλόον, ἠδὲ σαώσαις
ἤδη, καὶ καμάτων ὅρμισον εἰς λιμένας.
οἶκος καὶ πάτρη βιότου χάρις: αἱ δὲ περισσαὶ
φροντίδες ἀνθρώποις οὐ βίος, ἀλλὰ πόνος.