antipater
ἀρκεῖ τέττιγας μεθύσαι δρόσος: ἀλλὰ πιόντες
ἀείδειν κύκνων εἰσὶ γεγωνότεροι.
ὣς καὶ ἀοιδὸς ἀνήρ, ξενίων χάριν, ἀνταποδοῦναι
ὕμνους εὐέρκταις οἶδε, παθὼν ὀλίγα.
τοὔνεκά σοι πρώτως μὲν ἀμείβομαι: ἢν δ᾽ ἐθέλωσιν
Μοῖραι, πολλάκι μοι κείσεαι ἐν σελίσιν.