antipater
%2Μηδ᾽ ὅτ᾽ ἐπ᾽ ἀγκύρης, ὀλοῇ πίστευε θαλάσσῃ,
ναυτίλε, μηδ᾽ εἴ τοι πείσματα χέρσος ἔχοι.
καὶ γὰρ Ἴων ὅρμῳ ἔνι κάππεσεν ἐς δὲ κόλυμβον
ναύτου τὰς ταχινὰς οἶνος ἔδησε χέρας.
φεῦγε χοροιτυπίην ἐπινήιον ἐχθρὸς Ἰάκχῳ
πόντος: Τυρσηνοὶ τοῦτον ἔθεντο νόμον.