plato
σιγάτω λάσιον Δρυάδων λέπας, οἳ τ᾽ ἀπὸ πέτρας
κρουνοί, καὶ βληχὴ πουλυμιγὴς τοκάδων,
αὐτὸς ἐπεὶ σύριγγι μελίζεται εὐκελάδῳ Πάν,
ὑγρὸν ἱεὶς ζευκτῶν χεῖλος ὑπὲρ καλάμων
αἱ δὲ πέριξ θαλεροῖσι χορὸν ποσὶν ἐστήσαντο
Ὑδριάδες Νύμφαι, Νύμφαι Ἁμαδρυάδες.