flavius cyrus
εἰς τὴν Μαξιμίνου οἰκίανΔείματο Μαξιμίνος νεοπηγέος ἔνδοθι Ῥώμης,
αὐταῖς ἠιόνεσσι θεμείλια καρτερὰ πήξας,
ἀγλαΐη δέ μοι ἀμφὶς ἀπειρεσίη τετάνυσται.
τῇ καὶ τῇ καὶ ὄπισθεν ἔχω πτόλιν ἀλλὰ καὶ ἄντην
πάνθ᾽ ὁρόω γαίης Βιθυνηίδος ἀγλαὰ ἔργα.
ἡμετέροις δ᾽ ὑπένερθεν ἐρισθενέεσσι θεμέθλοις
πόντος ἁλὸς προχοῇσι κυλίνδεται εἰς ἅλα δῖαν,
τόσσον ἐπιψαύων, ὁπόσον χθονὸς ἄκρα διῆναι.
πολλάκι δ᾽ ἐξ ἐμέθεν τις ἑὸν μέγα θυμὸν ἰάνθη
βαιὸν ὑπερκύψας, ἐπεὶ εἴσιδεν ἄλλοθεν ἄλλα,
δένδρεα, δώματα, νῆας, ἅλα, πτόλιν, ἠέρα, γαῖαν. [p. 436]