anonymi epigrammatici
μηχανικὴ Φαέθοντα βιάζεται ἁρμονικοῖσι
γνώμοσιν ἀγρεύειν τὸν δρόμον ἠελίου:
βαιὸς δ᾽ ἀμφιέπει λίθος ἄντυγας Ἠριγενείης
ὡρονόμῳ σοφίῃ καὶ σκιόεντι τύπῳ.
Σεργίου ἀρχιερῆος ἐπουρανίῃσιν ἐφετμαῖς
τοῦτο συνειργάσθη ἔργον ἐπιχθονίων.