anonymi epigrammatici
ἐν τῷ πορφυρῷ κίονι τῷ ὄντι εἰς τὸ Φιλαδέλφιονεὔνους μὲν βασιλεῖ Μουσήλιος: ἔργα βοῶσιν
δημόσια: σθεναρὴν πράγματα πίστιν ἔχει.
Μουσεῖον Ῥώμῃ δ᾽ ἐχαρίσσατο, καὶ βασιλῆος
εἰκόνα θεσπεσίην ἐντὸς ἔγραψε δόμων,
τιμὴν μουσοπόλοις, πόλεως χάριν, ἐλπίδα κούρων,
ὅπλα δὲ τῆς ἀρετῆς, χρήματα τοῖς ἀγαθοῖς.