antipater
τίς ποκ᾽ ἀπ᾽ Οὐλύμποιο μετάγαγε παρθενεῶνα,
τὸν πάρος οὐρανίοις ἐμβεβαῶτα δόμοις,
ἐς πόλιν Ἀνδρόκλοιο, θοῶν βασίλειαν Ἰώνων,
τὰν δορὶ καὶ Μούσαις αἰπυτάταν Ἔφεσον;
ἦ ῥα σὺ φιλαμένα, Τιτυοκτόνε, μέζον Ὀλύμπου
τὰν τροφόν, ἐν ταύτᾳ τὸν σὸν ἔθευ θάλαμον.