anonymi epigrammatici
εἰς βάσιν τοῦ ὡρολογίου τοῦ εἰς τὴν ἁψῖδα τὴν κειμένην εἰς τὴν βασιλικήνδῶρον Ἰουστίνοιο τυραννοφόνου βασιλῆος
καὶ Σοφίης ἀλόχου, φέγγος ἐλευθερίης,
ὡράων σκοπίαζε σοφὸν σημάντορα χαλκὸν
αὐτῆς ἐκ μονάδος μέχρι δυωδεκάδος,
ὅντινα συληθέντα Δίκης θρόνον ἡνιοχεύων
εὗρεν Ἰουλιανὸς χερσὶν ἀδωροδόκοις.